Add parallel Print Page Options

15 καὶ πορευθεὶς ἐκολλήθη ἑνὶ τῶν πολιτῶν τῆς χώρας ἐκείνης, καὶ ἔπεμψεν αὐτὸν εἰς τοὺς ἀγροὺς αὐτοῦ βόσκειν χοίρους· 16 καὶ ἐπεθύμει [a]γεμίσαι τὴν κοιλίαν αὐτοῦ ἀπὸ τῶν κερατίων ὧν ἤσθιον οἱ χοῖροι, καὶ οὐδεὶς ἐδίδου αὐτῷ. 17 εἰς ἑαυτὸν δὲ ἐλθὼν [b]ἔφη· Πόσοι μίσθιοι τοῦ πατρός μου [c]περισσεύονται ἄρτων, ἐγὼ δὲ [d]λιμῷ ὧδε ἀπόλλυμαι· 18 ἀναστὰς πορεύσομαι πρὸς τὸν πατέρα μου καὶ ἐρῶ αὐτῷ· Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, 19 [e]οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου· ποίησόν με ὡς ἕνα τῶν μισθίων σου. 20 καὶ ἀναστὰς ἦλθεν πρὸς τὸν πατέρα [f]ἑαυτοῦ. ἔτι δὲ αὐτοῦ μακρὰν ἀπέχοντος εἶδεν αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἐσπλαγχνίσθη καὶ δραμὼν ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ κατεφίλησεν αὐτόν. 21 εἶπεν δὲ [g]ὁ υἱὸς αὐτῷ· Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, [h]οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός [i]σου. 22 εἶπεν δὲ ὁ πατὴρ πρὸς τοὺς δούλους αὐτοῦ· [j]Ταχὺ [k]ἐξενέγκατε στολὴν τὴν πρώτην καὶ ἐνδύσατε αὐτόν, καὶ δότε δακτύλιον εἰς τὴν χεῖρα αὐτοῦ καὶ ὑποδήματα εἰς τοὺς πόδας, 23 καὶ [l]φέρετε τὸν μόσχον τὸν σιτευτόν, θύσατε, καὶ φαγόντες εὐφρανθῶμεν, 24 ὅτι οὗτος ὁ υἱός μου νεκρὸς ἦν καὶ ἀνέζησεν, [m]ἦν ἀπολωλὼς καὶ εὑρέθη. καὶ ἤρξαντο εὐφραίνεσθαι.

25 Ἦν δὲ ὁ υἱὸς αὐτοῦ ὁ πρεσβύτερος ἐν ἀγρῷ· καὶ ὡς ἐρχόμενος ἤγγισεν τῇ οἰκίᾳ, ἤκουσεν συμφωνίας καὶ χορῶν, 26 καὶ προσκαλεσάμενος ἕνα τῶν παίδων ἐπυνθάνετο τί [n]ἂν εἴη ταῦτα· 27 ὁ δὲ εἶπεν αὐτῷ ὅτι Ὁ ἀδελφός σου ἥκει, καὶ ἔθυσεν ὁ πατήρ σου τὸν μόσχον τὸν σιτευτόν, ὅτι ὑγιαίνοντα αὐτὸν ἀπέλαβεν. 28 ὠργίσθη δὲ καὶ οὐκ ἤθελεν εἰσελθεῖν. ὁ [o]δὲ πατὴρ αὐτοῦ ἐξελθὼν παρεκάλει αὐτόν. 29 ὁ δὲ ἀποκριθεὶς εἶπεν τῷ πατρὶ [p]αὐτοῦ· Ἰδοὺ τοσαῦτα ἔτη δουλεύω σοι καὶ οὐδέποτε ἐντολήν σου παρῆλθον, καὶ ἐμοὶ οὐδέποτε ἔδωκας ἔριφον ἵνα μετὰ τῶν φίλων μου εὐφρανθῶ· 30 ὅτε δὲ ὁ υἱός σου οὗτος ὁ καταφαγών σου τὸν βίον [q]μετὰ πορνῶν ἦλθεν, ἔθυσας αὐτῷ τὸν [r]σιτευτὸν μόσχον. 31 ὁ δὲ εἶπεν αὐτῷ· Τέκνον, σὺ πάντοτε μετ’ ἐμοῦ εἶ, καὶ πάντα τὰ ἐμὰ σά ἐστιν· 32 εὐφρανθῆναι δὲ καὶ χαρῆναι ἔδει, ὅτι ὁ ἀδελφός σου οὗτος νεκρὸς ἦν καὶ [s]ἔζησεν, καὶ [t]ἀπολωλὼς καὶ εὑρέθη.

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:16 γεμίσαι τὴν κοιλίαν αὐτοῦ ἀπὸ Treg NIV RP ] χορτασθῆναι ἐκ WH NA
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:17 ἔφη WH NIV ] εἶπεν Treg RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:17 περισσεύονται WH Treg NIV ] περισσεύουσιν RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:17 λιμῷ ὧδε WH NIV ] ὧδε λιμῷ Treg; λιμῷ RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:19 οὐκέτι WH Treg NIV ] καὶ οὐκέτι RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:20 ἑαυτοῦ WH NIV ] αὐτοῦ Treg RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:21 ὁ υἱὸς αὐτῷ WH NIV ] αὐτῷ ὁ υἱός Treg RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:21 οὐκέτι WH Treg NIV ] καὶ οὐκέτι RP
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:21 σου Treg NIV RP ] + ποίησόν με ὡς ἕνα τῶν μισθίων σου WH
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:22 Ταχὺ WH Treg NIV ] – RP
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:22 ἐξενέγκατε WH Treg NIV ] + τὴν RP
  12. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:23 φέρετε WH Treg NIV ] ἐνέγκαντες RP
  13. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:24 ἦν ἀπολωλὼς WH Treg NIV ] καὶ ἀπολωλὼς ἦν RP
  14. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:26 ἂν WH Treg NIV ] – RP
  15. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:28 δὲ WH Treg NIV ] οὖν RP
  16. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:29 αὐτοῦ WH Treg NIV ] – RP
  17. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:30 μετὰ WH NIV RP ] +τῶν Treg
  18. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:30 σιτευτὸν μόσχον WH Treg NIV ] μόσχον τὸν σιτευτόν RP
  19. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:32 ἔζησεν WH Treg NA ] ἀνέζησεν NIV RP
  20. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:32 ἀπολωλὼς WH Treg NIV ] + ἦν RP